Add parallel Print Page Options

Καὶ εἶδον [a]ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι [b]ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, λέγων ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸν [c]θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε [d]τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν [e]καὶ θάλασσαν καὶ πηγὰς ὑδάτων.

Καὶ ἄλλος [f]δεύτερος ἄγγελος ἠκολούθησεν λέγων· Ἔπεσεν, [g]ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, [h]ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πεπότικεν πάντα τὰ ἔθνη.

Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ· Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ, 10 καὶ αὐτὸς πίεται ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ κεκερασμένου ἀκράτου ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεται ἐν πυρὶ καὶ θείῳ ἐνώπιον [i]ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου. 11 καὶ ὁ καπνὸς τοῦ βασανισμοῦ αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει, καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν ἡμέρας καὶ νυκτός, οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.

12 Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.

13 Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης· Γράψον· Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντες ἀπ’ ἄρτι. [j]ναί, λέγει τὸ πνεῦμα, ἵνα [k]ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν, τὰ [l]γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετ’ αὐτῶν.

Read full chapter

Footnotes

  1. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:6 ἄλλον WH Treg NIV ] – RP
  2. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:6 ἐπὶ WH Treg NIV ] – RP
  3. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:7 θεὸν WH Treg NIV ] κύριον RP
  4. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:7 τῷ ποιήσαντι WH Treg NIV ] αὐτὸν τὸν ποιήσαντα RP
  5. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:7 καὶ WH Treg NIV ] + τὴν RP
  6. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:8 δεύτερος ἄγγελος WH Treg RP ] ἄγγελος δεύτερος NIV
  7. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:8 ἔπεσεν WH Treg NIV ] – RP
  8. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:8 WH Treg NIV ] – RP
  9. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:10 ἀγγέλων ἁγίων WH Treg NIV ] τῶν ἁγίων ἀγγέλων RP
  10. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:13 ναί, λέγει WH Treg NIV ] λέγει Ναί RP
  11. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:13 ἀναπαήσονται WH Treg NIV ] ἀναπαύσωνται RP
  12. ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 14:13 γὰρ WH Treg NIV ] δὲ RP